Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.97 Joseph. AJ 12.101 (English) >>Joseph. AJ 12.107

12.99διαλιπὼν δʼ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο, 12.100ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, συνέγραψεν διὰ ταῦτα. 12.101

Θαυμάζοντος δʼ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτʼ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες. 12.102γεγενῆσθαι δʼ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν· ὠφελῆσθαι γὰρ παρʼ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν· κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν. 12.103διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι. 12.104ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον. οἱ δʼ ὡς ἔνι μάλιστα φιλοτίμως καὶ φιλοπόνως ἀκριβῆ τὴν ἑρμηνείαν ποιούμενοι μέχρι μὲν ὥρας ἐνάτης πρὸς τούτῳ διετέλουν ὄντες,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.97 Joseph. AJ 12.101 (English) >>Joseph. AJ 12.107

Powered by PhiloLogic